Ancient Greek
P.Bacch. 20
Documentary Papyri, P.Bacch. 20
Not analysed yet
ἐντυχόντων ἱερέων καὶ παστοφόρων ἀπὸ κώμης Βακχιάδος τοῦ Ἀρσινοίτου, Ἀπολλόφιλος ῥήτωρ παρεστὼς αὐτοῖς εἶπεν· οἱ πραγματικοὶ βιάζονται τοὺς συνηγορουμένους σωματικῶς ἀπεργάζεσθαι τὰς ἐργασίας παρὰ τὰ ὑπὸ σοῦ κελευσθέντα. ἀξιοῦσιν οὖν κελεῦσαί σε ὥσπερ καὶ ἄλλους εὐεργέτησας ἀπαρενοχλήτους αὐτοὺς εἶναι. Οὔλπιος Σερηνιανὸς ἀρχιερεὺς καὶ ἐπὶ τῶν ἱερῶν εἶπεν· ὁ στρατηγὸς προνοήσει βίαν μὴ γίνεσθαι ἔτους ιβ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὸς Θὼθ κη