Ancient Greek
P.Bacch. 22
Documentary Papyri, P.Bacch. 22
Not analysed yet
…ς ι… Ἀπολλωνίωι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Σισόειτος Ὀρσενούφεως καὶ Ὥρου Πετεύρεως καὶ Πετεύρεως Πετεύρεως τῶν γ ἱερῶν σὺν ἑτέροις θεοῦ Σοκομβραίσεως κώμης Βακχιάδος. οὗ ἀνετείναμεν τῷ κρατίστῳ ἀρχιερεῖ Οὐλπίῳ Σερηνιανῷ βιβλιδίου παρακειμένων δικαιωμάτων τινῶν καὶ ἐπισταλέντων σοὶ ὑπὸ τοῦ τοῦ νομοῦ στρατηγοῦ τὸ ἀντίγραφον ὑπετάξαμεν ὅπως ὑπεξαιρεθῶμεν τοῦ σωματικῶς ἀπεργάζεσθαι εἰς τὰ χωματικὰ ἔργα.