Ancient Greek
P.Bacch. 24
Documentary Papyri, P.Bacch. 24
Not analysed yet
ἐξ ὑποκειμένου ἐπιστρατηγίᾳ καὶ ἄλλων εἰδῶν βασιλικῆς γραμματείας ζ ἔτους μεθʼ ἕτερα ἐπιστατικοῦ ἱερέων κώμης Βακχιάδος α τόμου κολλήματος ξη Διοδώρου Ὥρου καὶ Ἀρθώτου Ὀννώφρεως ἱερέων Ἴσιδος καὶ Κιαλίους Πέτεως ἱερέως Βουβάστεως καὶ Πετεύρεως Μύσθου και τῶν λοιπῶν ἱερέων Σοκνοβράσεως καὶ Ὥρου Παυσανίου καὶ τῶν λοιπῶν ἱερέων ἀργυρίου δραχμαὶ Αχνβ καὶ προσήχθη κγ ἔτους Καίσαρος θεοῦ ἀργυρίου δραχμαὶ λα διώβολον ἡμιωβέλιον γίνονται δραχμαὶ Αχπγ διώβολον ἡμιωβέλιον, προσδιαγραφόμενα δραχμαὶ ρμγ ἡμιωβέλιον ,γίνονται δραχμαὶ Αωκϛ τριώβολον. ἐφʼ ἧς ὁ κωμογραμματεὺς ἐδήλωσεν ὀφειλόμενα ἀπαιτεῖσθαι διὰ τῶν ἀπὸ τῆς κώμης πάντων ἐξ ἀλληλεγγύης διὰ τὸ τοὺς ἱερεῖς ἀπὸ πλήθους εἰς ὀλίγους κατηντηκέναι καὶ μὴ δύνασθαι ἐντυχεῖν.