Ancient Greek
P.Bacch. 4
Documentary Papyri, P.Bacch. 4
Not analysed yet
…παρὰ …Ὀρσενούφεως ἱερέως Σοκνοβραίσεως θεοῦ μεγάλου μεγάλου κώμης Βακχιάδος Ἡρακλείδου μερίδος. γραφὴ ἱερέων καὶ χειρισμοῦ τοῦ ἱεροῦ τοῦ ἐνεστῶτος ιβ ἔτους. ἔστι δὲ τῶν ἐν τῷ ἱερῷ Σοκνοβραίσεως ναὸς ξύλινος περικεχρυσωμένος καὶ Πνεφερῶτος ναὸς περικεχρυσωμένος· λυχνίαι χαλκαῖ σαλπιγγωταὶ ιε· θυμιατήριον χαλκοῦν α· ποτήρια χαλκᾶ ι· σαλπίγγιον χαλκοῦν α· κανόνια ξύλινα β ἔχοντα φύλλα χαλκᾶ ζ· δίσκοι ξύλινοι β περικεχρυσωμένοι· χαλκίον χαλκοῦν α· ἔστι δὲ καὶ τῶν ἱερέων τὸ κατʼ ἄνδρα πάντων …Σισόις Ὀρσενούφεως ἐτῶν λδ