Ancient Greek
P.Bad. 2 15
Documentary Papyri, P.Bad. 2 15
Not analysed yet
Ἀντίφιλος Καλλιστράτῳ τῷ ἀδελφῷ χαίρειν καὶ ἐρρῶσθαι. ἐτύνχανον μὲν καὶ Πετοσούχῳ γεγραφηκὼς περὶ τοῦ προνοηθῆναί σε τῆς κατασπορᾶς τοῦ ἀράκου καὶ ὡς δοθῶσιν αὐτῷ εἰς τὸν σκαφητὸν τοῦ Μελανκόμου καὶ ποτισμὸν τὸν Χερᾶ χαλκοῖ. διασάφησον δέ μοι καὶ ἢ μεμίσθωκας τῷ Θεοδότῷ καθάπερ ἐγεγραφήκην σοι καὶ περὶ τοῦ Ξενεινέτου δὲ κλήρου, ἢ μεμίσθωκας ὁμοίως. καὶ ἐπεὶ ἠγορασμέναι εἰσὶν δὶα Πετοσούχου λωτίνου ἀρταβῶν ι, πυρῶν ἀρταβῶν κ, εἰς δὲ ταύτας ἔχει τὰς λινοχόρτου ἀρτάβας ια, καλῶς ποιήσεις δοὺς τὰς λοιπὰς ἀρτάβας θ. ἀναλόγισαι δὲ σὺν αἷς ἡμῖν δίδως λωτίνου ἀρτάβαις καὶ αἷς προείχομεν ἀρτάβαις η, σὺν αἷς ἠγοράκαμεν ἀρτάβαις ι, ὥς εἰσιν ἄρουραι ἐν μὲν τῷ κλήρῳ ἄρουραι κ, ἐν τῷ Ἀρχίου ἄρουραι κγ, ἐν τῷ Ξενεινέτου ἄρουραι λε, ἐν τῷ Δημητρίου ἄρουραι ι γίνονται πη. εἰπὲ δὲ τῇ ἀδελφῇ πέμψαι μοι τὴν ῥύσιν, ἵνα χειρογραφήσω, καὶ εἴ τις …σι ὀφείλει σιταρίου …ουσει… ἔρρωσο. Καλλιστράτῳ