Ancient Greek
P.Bad. 2 30
Documentary Papyri, P.Bad. 2 30
Not analysed yet
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος, ἔτους δωδεκάτου …άτῃ ια ἰνδικτίονος. …υἱῷ τοῦ τῆς μακαρίας μνήμης …Διοδώρου καὶ Κύρας καὶ Ἄμα Λεὲτ ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Βίκτορος …μητρὸς Σεκουντίλλας ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρά σου, ἐφʼ ὃν βούλῃ χρόνον λογιζόμενον ἀπὸ πεντεκαιδεκάτης τοῦ Ἐπεὶφ μηνὸς τῆς παρούσης ἑνδεκάτης ἰνδικτίονος, τὸν ὑπάρχοντα ὑμῖν κοιτῶνα ἕνα ὁλόκληρον ἐν τῇ δευτέρᾳ στέγῃ νεύοντα εἰς νότον μετὰ τοῦ σταυρωμένου …ς καὶ τοῦ ὁλοκλήρου δώματος καὶ τοῦ προσόντος φρέατος καὶ τῆς αὐλῆς καὶ παντὸς δικαίου ἀπὸ ὁλοκλήρου οἰκίας διακειμένης ἐπὶ ταύτης τῆς Ἑρμουπολιτῶν ἐπʼ ἀμφόδου Πόλεως ἀπηλιώτου ἐν τῷ …ῳ τόπῳ των ἀρχαγγελον Μιχαὴλ …νευούσης εἰς ἀπηλιώτην πρὸς χρῆσιν ἐμὴν καὶ οἴκησιν …