Ancient Greek
P.Bad. 2 33
Documentary Papyri, P.Bad. 2 33
Not analysed yet
Πτολεμαῖος Δείῳ τῷ φιλτάτῳ χαίρειν. τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σαράπιδι. ἐάν σοι ἀβαρὲς ᾖ, ἄδελφε, σκῦλαι σεαυτὸν καί, ἐὰν δύνῃ, τὸ ἐλαιωνίδιον ἡμῶν πότισον καὶ ἔσῃ χάριν μεγάλην ποιήσας. τάχα δὲ καθιῶ ἐν τοσούτῳ κ…υ…ας …Δείῳ παρὰ Πτολεμαίου τοῦ φίλου.