Ancient Greek
P.Bagnall 12
Documentary Papyri, P.Bagnall 12
Not analysed yet
Ἀφροδιτοῦς Βουβᾶτι τῶι ἀδελφῷ χαίρειν. καθὼς ἠρώτηκά σε περὶ τῶν γραμματίων, σπουδάσῃς μοι πέμψαι, κύριε, ἀσφαλῶς. παρακληθεὶς δέ, ὅ τι ἂν εὕρῃς παρὰ σοί, ἀγόρασόν μοι καὶ πέμψον διὰ τὸ θλίβεσθαι ἡμᾶς ἐνθάδε · οὐ γὰρ ἔστιν κονδούκτωρ. ἀσπάζου Κόμωνα πολλὰ καὶ μετάδος αὐτῷ μή μου ἐπιλαθέσθαι. ἔρρωσο.