Ancient Greek
P.Bagnall 27
Documentary Papyri, P.Bagnall 27
Not analysed yet
…ειῳ Σιμπλικίῳ τῷ λαμπροτάτῳ ἡγεμόνι παρὰ Οὐίκτορος κυεστωναρίου τῆς σῆς τοῦ ἐμοῦ κυρίου τάξεως τῶν ἀπο…μένων κατὰ τῶν νόμων …συ…ερη…ασεπι… …εἰς τὴν ὑπηρεσίαν τοῦ δικαστηρίου καὶ πρὸς ταύτην ἀφηνιαζόντων ἐπὶ τῆς τηλικαύτης ἀρχῆς· ἐγὼ γὰρ Οὐίκτωρ τὴν προσηγορίαν ……παρὰ τῆς τάξεως τῶν κομμέντων ἀποσταλεὶς ἐπὶ τὴν τῶν Ἑρμοπολιτῶν προσώπων τινῶν τὴν παράστασιν ποιήσασθαι …μοι ὑπὸ Κύρου τοῦ νυκτοστρατήγου τῆς προειρημένης πόλεως ὥστε ἐμέ, ἐπ’ ἀλλοδαπῆς διάγοντα, τὴν τούτου ἔφοδον ο… …τον καταναγκάζειν τὰ κατεντευχθέντα μοι πρόσωπα παραδοῦναι, ἧττον ἐφρόντισεν τοῦ σοῦ μεγέθους καὶ τῆς τάξεως ……καὶ τὸν ἀδελφὸν ὕβρεις συνεχεῖς καὶ διὰ τῶν χειρῶν πληγάς μοι ἐπήνεγκεν ἐπεγγελῶν τοῖς προστεταγμένοις ὑπὸ τῆς σῆς ἀρετῆς …κατεντευχθεῖσιν· ἐγὼ τοίνυν πρὸς τἆλλα τοιαῦτα παθὼν καὶ οὐδεμίαν βοήθειαν ἔχων, πολλοὺς τοὺς παρόντας ἐμαρτυράμην ……γενομένη μοι βία…. υ…ρετοῦντι τῇ σῇ ἀρετῇ, παρακαλῶν προστάξαι τῇ αὐτῇ τάξει βοήθειαν ἀποστεῖλαι ἐπὶ τὴν Ἑρμουπολιτῶν …τὸν ταῦτα κατ’ ἐμοῦ τολμήσαντα καὶ τὸν τούτου πατέρα καὶ τὸν ἀδελφὸν καὶ τοὺς μαρτυρεῖν δυναμένους, ἡγεμὼν κύριε. …εἰσὶ δέ· …εριος ἀρχέφοδος …εριος ὀνηλάτης ὑπατείας Φλαουίων Καισαρίου καὶ Ἀττικοῦ τῶν λαμπροτάτων …Οὐίκτωρ κυεστωνάριος …ω κύριέ μου.