Ancient Greek
P.Bagnall 43
Documentary Papyri, P.Bagnall 43
Not analysed yet
……ων… …ς 𐅵…ν …ωπ…λ ……κεφαλίδας καὶ βάσεις …των αὐτοῦ ων μέτρου ων …ἡμισφέρας ἀπηλιωτικ- …δ …α …η …κεφ… '…ικεη ……ὁμοίως ἐν …μαρμαρίνη …στῦλοι μικροὶ ἑστῶτες …ιϛ …στῦλοι ξυστρωτοὶ ε ἑστῶτες ἐκ μήκους πήχεις β παλατσαὶ β πάχους δάκτυλοι ι καὶ αἱ τούτων βάσεις καὶ κεφαλίδες. καὶ ἐν ὑστερικῶι τόπῳ τρικλείνῳ καλουμένῳ στῦλοι σαμσύχινοι β ἐκ μήκους πήχεις ϛ 𐅵πάχους δάκτυλοι κ καὶ αἱ τούτων σπεῖραι μόναι· αἱ γὰρ κεφαλίδες ἀπὸ ἐντοπίου λίθου εἰσί. καὶ ἐν ἂλλῳ τόπῳ συμποσίῳ καλουμένῳ στῦλοι μαρμάρινοι ἑστῶτες δ ἐκ μήκους πήχεις δ δάκτυλοι η πάχους δάκτυλοι ιϛ καὶ αἱ τούτων κεφαλίδες καὶ σπῖραι …καὶ ἐν τῷ βαλανείῳ: τοῦ ……μ… …ρ… καὶ ἐπὶ τῆς πόλεως …καμαρ τοπίου καλουμένου τῆς… Θεωνίλλης στῦλοι χαμαὶ κείμενοι γ ὧν …ω… β μὲν ἐκ μήκους πήχεις ε παλαισταὶ β πάχους δάκτυλοι ιη εἷς δὲ μήκους πήχεις ε πάχους δάκτυλοι ιϛ καὶ κόμματα ὁμοίως δ ὧν α μὲν μήκους πήχεις γ δάκτυλοι ιϛ …ἓτερον δὲ μήκους πήχεις γ ἄλλο ὁμοίως μήκους πήχεις β δάκτυλοι κ ἄλλο ὁμοίως μήκους πήχεις β παλασταὶ β …μικροὶ ζ καὶ καμίνῃ λε οἱ πάντες πάχους δάκτυλοι ι καὶ ἐν οἰκίᾳ τοῦ Ἀχιλλέως καὶ Βάστου καὶ Ἀρσινόης καὶ Φ…νου ἐν τ… Εὐρίππου στῦλοι ἑστῶτες …'πρὸς μὲν …ῳ τρικλεινῳ …β …καὶ πρὸς τῷ βορινῷ μέρει γ ἐκ μήκους πήχεις ϛ 𐅵πάχους δάκτυλοι κ καὶ αἱ τούτων σπεῖραι καὶ κεφαλίδες ξενικαὶ γίνονται οἱ πάντες ι μικροὶ ὁμοίως ἐν μὲν τῷ λιβικῷ μέρει, ἐν τόπῳ τρικλείνῷ καλουμένῳ στῦλοι μικροὶ ἑστῶτες ξυστρωτοὶ β ἐκ μήκους πήχεις β παλαισταὶ δ πάχους δάκτυλοι ι καὶ αἱ τούτων σπεῖραι καὶ κεφαλείδες ξενικαὶ καὶ ἐν ἡμισφαιρίῳ βορινῷ στῦλοι μικροὶ ἑστῶτες ϛ ὧν δ μὲν ἐκ μήκους πήχεις β 𐅵,πάχους δάκτυλοι ι καὶ αἱ κεφαλίδες ξενικαὶ β δὲ ἐκ μήκους πήχεις γ δάκτυλοι ϛ πάχους δάκτυλοι ιβ καὶ αἱ κεφαλίδες ξενικαὶ· αἱ δὲσπεῖραι ἀπὸ ἐντοπίου λίθου εἰσὶ καὶ ἐν ἡμισφαιρίῳ ἀπηλιωτικῷ β ἐκ μήκους πήχεις β 𐅵,πάχους δάκτυλοι ι καὶ αἱ σπεῖραι καὶ κεφαλείδες καὶ ἐν ἡμισφαιρίῳ νοτινῷ στῦλοι μικροὶ ἑστῶτες ϛ ὧν δ μὲν ἐκ μήκους πήχεις β 𐅵πάχους δάκτυλοι ι αἱ τούτων σπεῖραι καὶ κεφαλίδες ξενικαὶ· β δὲ ἐκ μήκους πήχεις γ δάκτυλοι ϛ πάχους δάκτυλοι ιβ καὶ αἱ τούτων σπεῖραι καὶ κεφαλίδες ξενικαὶ· καὶ ἐν μέρει ἄλλῳ τῆς αὐτῆς οἰκίας, ἐν τῷ ξυστῷ, στῦλοι ὀρθοὶ β ἐκ μήκους πήχεις ε δάκτυλοι η πάχους δάκτυλοι ιη καὶ αἱ τούτων σπεῖραι καὶ κεφαλίδες, χωρὶς γ κεφαλίδων οὐσῶν ἀπὸ ἐντοπίου λίθου. καὶ ἐπάνω τῆς ψυχροφόρου στῦλοι ὀρθοὶ β καὶ ἐπάνω τῆς εἰσόδου καὶ ἐξόδου στῦλοι ὀρθοὶ β ἐκ μήκους πήχεις ε πάχους δάκτυλοι ιη …