Ancient Greek
P.Bagnall 47
Documentary Papyri, P.Bagnall 47
Not analysed yet
χαίρειν. ἐπεὶ τῇ ἐνεστώσῃ ἡμέρᾳ παρακεχώρημαι παρὰ σοῦ περὶ Ἰέμη τῆς μέσης τοπαρχίας ἐκ τοῦ Δημητρίου κλήρου ἀπὸ ἀρουρῶν μ καὶ ὠνημένης τῆς δώδεκα δραχμῶν ἀρούρης α, μεparens-punctuation-openingθʼ ἃς προμεparens-punctuation-closing τὰ τὰς προμεμερισμένας τῇ θυγατρὶ Λαοδίκῃ Ἀπολλωνίου, ἀπὸ τούτων ἀρούρας δέκα, καὶ ἃς παρακεχωρημένας Ἡρᾶτι Πασίωνος ἄλλας ἀρούρας ιε, τὰς ἄλλας ἀρούρας τούτων ιε καὶ τὴν τῆς ὠνημένης πρότερον Δωρᾶτος ἄρουραν α, …ὥστʼ εἶναι ἐπὶ τὸ αὐτὸ ἀρούρας ιϛ, ἐν αἷς χερσαμπέλου ἄρουραι η η ιϛ καὶ κατοικικῆς ϛ 𐅸ιϛ καὶ ἡ προωνομασμένη ὠνημένη ἄρουρα α, ὥστ’ εἶναι τὰς προκειμένας ἀρούρας ιϛ, ὁμολογῶ μὴ ἐγκαλεῖν σοι μηδὲ τοῖς παρὰ σοῦ περὶ τῆς εὑρεθησομένης ἐν ταύταις ἐλασσοδαφίας, ἀλλὰ μενεῖ μοι ὁ λόγος πρὸς οὓς ἐὰν εὑρίσκω ἐπιβεβηκότας ταύταις, διὰ παντὸς δὲ ἐξακολουθούσης σοι τῆς τούτων βεβαιώσεως ἀκολούθως τῇ εἰς ἐμὲ παραχωρήσει.