Ancient Greek
P.Bagnall 8
Documentary Papyri, P.Bagnall 8
Not analysed yet
ἀντίγραφον ἐπιστολῆς ῥωμαϊκῆς καὶ ἀποφάσεως μεθερμηνευθείσης κατὰ δυνατόν. Πωμπώνιος Φαυστιανὸς Πρόβωι τῷ ἰδίῳ χαίρειν. ἐπέστησα κατὰ Ἰουλίου Σερήνου στρατιώτου σπείρης τῆς αὐτῆς καὶ Κρεπερηίου Δονάτου στρατιώτου σπείρης τῆς αὐτῆς διὰ τὸ ἐνκαταλελοιπέναι αὐτοὺς τοὺς συστρατιώτας, αὐτοὺς ὀλίγους τε βαρβάρους ἀδυνάμους καὶ ἀνόπλους ὑποταγῆναι· διὰ τοῦτο σὺν τῇ ἀποφάσει μου ἐκέλευσα ὧν ἀντιγραφῆναι ἐν τοῖς πραισιδίοις τῶν μετάλλων προτιθέναι ἵνα τοῖς λοιποῖς συστρατιώταις ᾖ ὑπομνηστέον. ἡγησάμην τοῦτό σε ποιῆσαι.