Ancient Greek
P.Bas. 1 10
Documentary Papyri, P.Bas. 1 10
Not analysed yet
ἔτους ἑβδόμου Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἁθὺρ ιγ διέγραψεν διὰ Διοσκόρου καὶ μετόχων πρακτόρων ἀργυρικῶν κώμης Σοκνοπαίου Νήσου Πακῦσις Τεσενούφεως ἀνθʼ οὗ Ὥρου τοῦ Πανεφρέμμεως μητρὸς Θεναπύγχεως χωμάτων τοῦ πέμπτου ἔτους δραχμὰς ἓξ τετρώβολον γίνονται δραχμαὶ ϛ τετρώβολον καὶ τὰ προσδιαγραφόμενα συμβολικά. ἔτους ἑβδόμου Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἁθὺρ ιγ διέγραψεν διὰ Διοσκόρου καὶ μετόχων πρακτόρων ἀργυρικῶν κώμης Σοκνοπαίου Νήσου Ἀγχῶφις Πανεφρέμμεως τοῦ Ἀγχώφεως πρεσβυτέρου μητρὸς Θασῆτος χωμάτων τοῦ πέμπτου ἔτους δραχμὰς ἓξ τετρώβολον γίνονται ϛ τετρώβολον καὶ τὰ προσδιαγραφόμενα συμβολικά.