Ancient Greek
P.Bas. 1 4
Documentary Papyri, P.Bas. 2 19
Not analysed yet
ἔτους τετάρτου Αὺτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαμενὼθ β διὰ τὴς Διδύμου κεκοσμητευκότος τραπέζης Φρέμει. Σειετοῦς Πακυσιος μετὰ κυρίου τοῦ ἀνδρὸς Χαιρήμονος Ὡρίωνος Πασίωνι Χαιρήμονος τοῦ Διοσκό-ρου ἀπʼ ἀμφόδου Λυσανίων ὡς ετῶν κϛ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ τιμὴν ὄνου ἄρρενος τελείου λευκοῦ οὗ ἠγόρασεν παρʼ αὐτοῦ ἡ Σειετοῦς τούτου τοιούτου ἀναπορρίφου ἀργυρίου δραχμῶν ἑκατὸν τεσσαράκοντα ὀκτώ, γίνονται ἀργυρίου δραχμαὶ ρμη.