Ancient Greek
P.Batav. 16
Documentary Papyri, P.Batav. 16
Not analysed yet
……ἐμίσθωσεν Αὐρήλιος Δωρόθεος …αι…ς ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυργχειτῶν πόλεως Αὐρηλίῳ Παησίῳ Παμούνιος ἀπὸ ἐποικίου Πεκτυάπεις πρὸς μόνον τὸ ἐνεστὸς μα ἔτος, κγ ἔτος, ιδ ἔτος ἀφʼ ὧν καὶ αὐτὸς ἔχεις ἐν μισθώσει γεούχου Θέωνος τοῦ καὶ Μαξίμου περὶ τὸ αὐτὸ ἐποίκιον ἀρούρας τεσσάρας γίνονται ἄρουραι δ εἰς σπορὰν κριθῆς καὶ τελέσειν μὲ τὸν μεμισθωμένον ὑπὲρ φόρου ἀποτάκτου κριθῆς νέας καθαρᾶς ἀρτάβας εἴκοσι ἓξ γίνονται ἀρτάβαι κϛ ἀκινδύνας οὔσας παντὸς κινδύνου τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὸν γεοῦχον κυριεύοντα τῶν καρπῶν ἕως ἂν τὰ ὀφειλόμενα ἀπολάβῃς· β εβαιουμένης δὲ τῆς μισθώσεως ἐπάναγκες ἀποδώσω τὰ ὀφειλόμενα ἐν τῷ Παῧνι μηνὶ κριθὴν νέαν …ἀποδώσειν ὡς πρόκιται …