Ancient Greek
P.Batav. 7 b
Documentary Papyri, P.Batav. 7B
Not analysed yet
ἔτους η Μεχεὶρ β ἐν Παθύρει ἐπὶ Σώσου ἀγορανόμου. ὁμολογεῖ Ἁρκοννῆσις Φιγήριος Πέρσης τῶν μισθοφόρων ἱππέων ἔχειν παρὰ Ναομσήσιος τῆς Σπεμμίνιος εἰς λύτρα τετάρτης μερίδος γῆς ἠπείρου σιτοφόρου ἐν τῇ κάτω τοπαρχίᾳ τοῦ Λατοπολίτου, ἣν ἐωνήσατο ἐκ βασιλικοῦ ἐν τῷ πέμπτωι ἔτει πρὸς τὰ τῆς γῆς ἐκφόρια λαβὼν τὴν εἰθισμένην διαγραφήν. ὁ Ἁρκοννῆσις ἐπικεχώρηκεν ταύτῃ τὴν τετάρτην μερίδα πρὸς πυροῦ ἀρτάβας δέκα τρεῖς 𐅵· ὃς καὶ παρὼν ἐπὶ τοῦ ἀρχείου ἀνωμολογήσατο ἀπέχειν τὴν τιμὴν τῆς τετάρτης μερίδος καὶ μὴ ἐπικαλεῖν Ναομσήσει μηδʼ ἄλλῳ μηδενὶ ὑπὲρ αὐτῆς· ὃς δʼ ἂν ἐπέλθῃ, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτεισάτω ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα πέντε καὶ ἱερὰς τοῖς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ἑκατὸν καὶ μηδὲν ἧσσον ἐπάναγκον ἔστω ποιεῖν αὐτοῖς κατὰ τὰ προγεγραμμένα. Ἀμμώνιος ὁ παρὰ Σώσου κεχρημάτικα.