Ancient Greek
P.Batav. 9
Documentary Papyri, P.Batav. 9
Not analysed yet
Διονύσιος Διοσκόρου Ἀνουβᾷ Μάρωνος χαίρειν· ἐγγυῶμαι τὸν πατέρα μου Διόσκορον Διονυσίου ὀφείλοντά σοι εἰς λόγον τελεσμάτων καὶ γεωμετρίας τοῦ δωδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κωμῶν Βακχιάδος καὶ Ἡφαιστιάδος ὑπὲρ ὀνόματος Θεανοῦς θυγατρὸς αὐτοῦ καὶ αὐτοῦ Διοσκόρου ἀργυρίου δραχμὰς ἑκατὸν γίνεται δραχμαὶ ρ, ἀποδιδόντα σοι Παῧνι μηνὶ τριακάδι τοῦ ἐνεστῶτος ἔτους δραχμὰς πεντήκοντα καὶ Μεσορὴ ὁμοίως τριακάδι τὰς λοιπὰς δραχμὰς πεντήκοντα . ἐὰν μὴ ἀποδῶι ταῖς προκιμέναις προθεσμίαις ἐπάναγκες ἀποδώσω …σ…α…των …