Ancient Greek
P.Berl.Brash. 17
Documentary Papyri, P.Berl.Brash. 17
Not analysed yet
τῷ δεῖνι …Ἀπολλῶτος Διοσκόρου ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ παρὰ Αὐρηλίων Μαθείου Ποννίτου καὶ Φιβέου Ἀπολλῶτος ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν· μεμισθώμεθα παρὰ σοῦ πρὸς ὅλον χρόνον ὅν αὐτουργήσομεν εἰς τὸ κτῆμα μ…υρξυσιου ἀπὸ καρπῶν ἑνδεκάτης ἰνδικτίονος καὶ αὐτῆς τὸ ὑπάρχον σοι μέρος τρίτον τῶν ἀνύδρων ἀρουρῶν λεγομένων Ταναρῆς, τοῦτʼ ἔστι τὴν βορινὴν μερίδα ἐκ νότου τοῦ ὑφʼ ἡμᾶς τόπου ἐφʼ ᾧ ἡμᾶς ταύτας γεωργεῖν ἐκ τῶν ἡμῶν ζῴων καὶ ποτίσαι ἀπὸ τοῦ ἡμῶν λάκκου καὶ πᾶσαν γεωργικὴν ἐργασίαν ποιήσασθαι ἀκαταφρονήτως τῆς δὲ σπερμοβολίας ἐξ ἴσου διδομένης τοῦ δὲ καιροῦ γενομένου τὸ περιγιγνόμενον παντοίων γενημάτων καὶ ἀχύρων ἕξομεν κατὰ τὸ ἥμισυ· ἡ μίσθωσις καὶ ἐπερωτηθέντες· Αὐρήλιος Μαθείας Πόννιτος ὁ προκείμενος συμφωνεῖ μοι ὡς πρόκειται· Αὐρήσλιιος· Φιβᾶ Ἀπολλῶτος ὁ προκείμενος συμφωνεῖ μοι ὡς πρόκειται πρὸς τὰ ὅρια. διʼ ἐμοῦ Κύρου νομικοῦ.