Ancient Greek
P.Berl.Leihg. 1 12
Documentary Papyri, P.Berl.Leihg. 1 12
Not analysed yet
ἔτους ιη Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Πουβλίου Σεπτίμιου Γέτα Εὐσεβῶν Σεβαστῶν. Σύρος Ἥρωνος καὶ Πίνις Εὐδαίμονος καὶ Διδᾶς Καρᾶ καὶ μέτοχοι σιτολόγοι κώμης Εὐημερείας. ἐμετρήθησαν ἡμῖν ἐπὶ τῆς λ τοῦ Παχὼν μηνὸς τοῦ ἐνεστῶτος ιη ἔτους ἀπὸ γενήματος τοῦ αὐτοῦ ἔτους μέτρῳ δημοσίῳ ξυστῷ εἰς Ἀειοῦν Πουνᾶ δημοσίων πυροῦ ἀρτάβας ὀγδοήκοντα μίαν δίμοιρον τετρακαιεικοστόν· γίνονται ἀρτάβαι πα 𐅷κδ ὁ αὐτὸς Παῦνι θ δημοσίων ἄλλαι πυροῦ ἀρτάβαι εἴκοσι δύο· γίνονται ἀρτάβαι κβ. ὁ αὐτὸς Παῦνι κβ δημοσίων ἄλλαι πυροῦ ἀρτάβαι τεσσεράκοντα τετρακαιεικοστόν· γίνονται ἀρτάβαι μ κδ. ὁ αὐτὸς Παῦνι κθ δημοσίων πυροῦ ἀρτάβαι δύο τρίτον τετρακαιεικοστόν· γίνονται ἀρτάβαι β γ κδ. ὁ αὐτὸς Ἐπεὶφ ι δημοσίων ἄλλαι πυροῦ ἀρτάβαι εἴκοσι πέντε· γίνονται ἀρτάβαι κε. γίνονται τοῦ συμβόλου πυροῦ ἀρτάβαι ροα η. Ἐπεὶφ κδ ἄλλαι πυροῦ ἀρτάβαι δέκα ἑπτὰ τέταρτον τετρακαιεικοστόν· γίνονται ἀρτάβαι ιζ δ κδ. καὶ ἄλλαι ὁμοίως πυροῦ ἀρτάβαι πέντε· γίνονται ἀρτάβαι ε. Μεσορὴ ι ἄλλαι πυροῦ ἀρτάβαι τεσσαρες· γίνονται ἀρτάβαι δ. ἄλλαι πυροῦ ἀρτάβαι ἓξ ὑπὲρ φορέτρου· γίνονται ἀρτάβαι ϛ. γίνονται ἐπὶ τὸ αὐτὸ πυροῦ ἀρτάβαι σγ γ ιβ. Θὼθ α…. ὁμοίως ἄλλαι δημοσίων πυροῦ ἀρτάβαι δεκαπέντε τρίτον· γίνονται ἀρτάβαι ιε γ. Φαῶφι θ ὁ αὐτὸς ἄλλαι πυροῦ ἀρτάβαι τέσσαρες· γίνονται πυροῦ ἀρτάβαι δ. γίνονται ἐπὶ τὸ αὐτὸ πυροῦ ἀρτάβαι σκβ 𐅸. Θὼθ ε κριθῆς ἀρτάβαι η. Σύρος Ἥρωνος καὶ Πίνις Εὐδαίμονος διʼ Ἀμοῦ τοῦ καὶ Ζήνωνος βοηθοῦ μεμετρήμεθα ὡς πρόκειται.