Ancient Greek
P.Berl.Leihg. 1 18
Documentary Papyri, P.Berl.Leihg. 1 18
Not analysed yet
κωμογραμματεῖ κώμης Λαγείδος παρὰ Ἥρωνος Ἑρμανουβίωνος τοῦ Ἥρωνος Θεομητορίου τοῦ καὶ Εὐσεβείου τῶν ἀπὸ τῆς ἱερᾶς συνόδου καὶ τοῦ Διονύσου ἱερονικῶν καὶ ἀτελῶν καὶ τῆς τούτου ἀδελφῆς Ἑρμιταρίου τῆς καὶ Σαραπιάδος ἀστῆς ἀπόντων διὰ τοῦ ὑπὸ αὐτῶν συνεσταμένου κατὰ τὸν τελειωθέντα διὰ τῶν ἐν Ἀλεξανδρίᾳ πρυτάνεων τῷ διεληλυθότι μηνὶ Τῦβι συστατικὸν Ἥρωνος Ἀμμωνίου τοῦ Σώτου ἀπὸ ἀμφόδου Συριακῆς. τὰς ὑπαρχούσας ἡμῖν κοινῶς ἐξ ἴσου περὶ τὴν προκειμένην κώμην Λαγίδα ἐλαιῶνος ἐν κατοικικῇ τάξει ἐν μιᾷ σφραγῖδι ἀρούρας δέκα ἀπὸ ἀρουρῶν δέκα τριῶν Ποστημίου λεγομένων, ἐν δὲ ἑτέρᾳ σφραγῖδι ἄλλας ἀρούρας τέσσαρες ἀπὸ ἀρουρῶν ἑπτὰ Μηνᾶ λεγομένων, καὶ ἐν ἄλλῃ σφραγῖδι ἀρούρας δύο Διὸς ἱεροῦ λεγομένας, καὶ ἐν ἑτέρᾳ σφραγῖδι ἄλλας ἀρούρας δύο ἥμισυ τέταρτον ὄγδοον ἀπὸ ἀρουρῶν τριῶν κολοκυνθῶνος λεγομένων, καὶ ἐν ἑτέρᾳ σφραγῖδι ἄλλην ἄρουραν μίαν, καὶ μόνου τοῦ Ἥρωνος ἄρουραν μίαν ἥμισυ τέταρτον ἀπὸ ἀρουρῶν δύο Διὸς ἱεροῦ λεγομένων, τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας κα 𐅵η ἢ ὅσαι ἐὰν ὦσι βουλόμεθα μετάξαι εἰς σιτικὰ ἀπὸ τοῦ ἐνεστῶτος γ ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν ἕνεκα τοῦ κακοφυεῖς αὐτὰς γεγονέναι. διὸ ἐπιδίδομεν εἰς τὸ τὸ ἀκόλουθον γενέσθαι ὡς ἐπὶ τῶν ὁμοίων. ἔτους γ Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Μεχεὶρ λ. Ἰσίδωρος κωμογραμματεὺς ἔσχον τούτου τὸ ἴσον. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Φαμενὼθ ἕκτῃ καὶ εἰκάδι.