Ancient Greek
P.Berl.Leihg. 1 22
Documentary Papyri, P.Berl.Leihg. 1 22
Not analysed yet
ἔτους ὀκτωκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ ε ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσι Ἥρων ὁ καὶ Κοννᾶς Ἥρωνος πιττακιάρχης ὡς ἐτῶν ξε ἄσημος καὶ Παχόις Παχόιτος τοῦ Παχόιτος ἀπὸ τῆς αὐτῆς κώμης ὡς ἐτῶν λβ οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ καὶ Μυσθαρίων Ἡρακλείδου ὡς ἐτῶν μ οὐλὴ γόνατι δεξιῷ οἱ δύο συνγεωργοὶ Μάρωνι Πνεφερῶτος μεμισθωκέναι αὐτῷ πρὸς μόνον τὸ εἰσιὸν ιθ ἔτος Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀφʼ ὧν γεωργεῖ ὁ προγεγραμμένος Παχόϊς ἐν τῷ τοῦ Ἥρωνος πιττακίῳ περὶ Θεαδέλφειαν κ… ἐν τῇ …κρια Θωθισύθμιος το… λεγομένῃ ἀπὸ ἀναπαύματος …