Ancient Greek
P.Berl.Leihg. 1 2 Ro
Documentary Papyri, P.Berl.Leihg. 1 2r
Not analysed yet
καὶ διὰ ἄλλου, οὗ χρόνος η ἔτους Τῦβι κϛ· κτηνοτρόφοις κώμης Σόβθεως τοῦ Ἡρακλεοπολίτου νομοῦ ὑπὲρ φορέτρων ἀπεργασιῶν, ὧν ἐδηλώθησαν πεποιῆσθαι ἐπὶ τοῦ προστρατηγήσαντος Ἡλιοδώρου ἀπὸ θησαυρῶν Θεμίστου γενήματος γ ἔτους πυροῦ ἀρτάβαι κθ, δ ἔτους πυροῦ ἀρτάβαι ρξ, ε ἔτους πυροῦ ἀρτάβαι ρϙη, ϛ ἔτους πυροῦ ἀρτάβαι λγ, γίνονται πυροῦ ἀρτάβαι υκ, καὶ ἐπὶ Πτολεμαίου γεναμένου βασιλικοῦ γραμματέως Θεμίστου μερίδος διαδεξαμένου τὰ κατὰ τὴν στρατηγίαν ἀπὸ Φαρμοῦθι δ ἔτους ἕως Ἐπεὶφ ἀκολούθως τῷ ἐπισταλέντι ἐπιστάλματι ὑπὸ τοῦ Πτολεμαίου Ἡλιοδώρῳ τῷ μετʼ αὐτὸν καὶ νυνὶ ἐπενεχθέντι γενήματος β ἔτους πυροῦ ἀρτάβαι πα δ, γενήματος γ ἔτους πυροῦ ἀρτάβαι ριθ δ, γίνονται πυροῦ ἀρτάβαι σ 𐅵,γίνονται τοῦ ἐπιστάλματος πυροῦ ἀρτάβαι χκ 𐅵,καὶ διὰ ἄλλου, οὗ χρόνος η ἔτους Μεχεὶρ ια· κτηνοτρόφοις κωμῶν τοῦ Κυνοπολίτου νομοῦ διὰ τοῦ ὑπὸ αὐτῶν ἀποσυσταθέντος Σαραπίωνος Ἡλεῖ ὑπὲρ φορέτρων, ὧν ἐποιήσαντο ἀπεργασίαν ἐπὶ Ἁρποκρατίωνος ἀπὸ θησαυρῶν Πολέμωνος μερίδος γενήματος γ ἔτους Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Αὐτοκρατόρων πυροῦ ἀρτάβαι φνη 𐅵γ, γίνονται τοῦ ἐπιστάλματος πυροῦ ἀρτάβαι φνη 𐅵γ, γίνονται τῶν ἐν δαπανήμασι ἀναφερομένων πυροῦ ἀρτάβαι Εχκϛ 𐅷η, λοιπαὶ ἐπὶ τόπων διοικήσεως καὶ οὐσιακῶν πυροῦ ἀρτάβαι μυριὰς α ϡπδ 𐅵𐅵,κριθῆς ἀρτάβαι θ, φακοῦ ἀρτάβαι Βρξγ. ἔτους η Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Μεγίστων.