Ancient Greek
4.1.1 to 4.2.20
Documentary Papyri, P.Berl.Leihg. 1 4.1.1-4.2.20
Not analysed yet
παρὰ Ὠριγένους καὶ μετόχων σιτολόγων κώμης Θεαδελφείας. μηνιαῖος ἐν κεφαλαίῳ τοῦ Παῦνι μηνὸς τοῦ ἐνεστῶτος ε ἔτους Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν. ἔστι δέ· συνήχθησαν εἰσδοχῆς τῶν ἀπὸ Παῦνι ιϛ ἕως Ἐπεὶφ δ συνλελογισμένων εἰς μῆνα Παῦνι διοικήσεως καὶ οὐσιακῶν πυροῦ ἀρτάβαι Ευιη 𐅵,κριθῆς ἀρτάβαι ωιϛ 𐅵ιβ, φακοῦ ἀρτάβαι Αχλδ 𐅵η, ὧν διαφόρου πυροῦ ἀρτάβη α 𐅵η, κριθῆς ἀρτάβαι δ, φακοῦ ἀρτάβαι β 𐅷η, ὧν Θεαδελφείας διὰ δημοσίων γεωργῶν διοικήσεως ἐκφορίου πυροῦ ἀρτάβαι Γσιζ 𐅸,φακοῦ ἀρτάβαι Αρξα, προσμετρουμένων πυροῦ ἀρτάβαι υνθ 𐅷κδ, φακοῦ ἀρτάβαι σοα 𐅵γ ιβ γίνονται πυροῦ ἀρτάβαι Γχοζ γ η, φακοῦ ἀρτάβαι Αυλβ 𐅵γ ιβ σπερμάτων πυροῦ ἀρτάβαι φ, προσμετρουμένων πυροῦ ἀρτάβαι λ γ ιβ, γίνονται πυροῦ ἀρτάβαι φλ γ ιβ, ἐπισπουδασμοῦ φορέτρων, δραγματηγίας καὶ σακκηγίας πυροῦ ἀρτάβαι τοβ, γίνονται διὰ δημοσίων γεωργῶν πυροῦ ἀρτάβαι Δφοθ 𐅵γ κδ φακοῦ ἀρτάβαι Αυλβ 𐅵γ ιβ, καὶ διὰ κληρούχων διοικήσεως ἐκφορίου πυροῦ ἀρτάβαι η 𐅷,προσμετρουμένων πυροῦ ἀρτάβη α δ, γίνονται πυροῦ ἀρτάβαι θ 𐅵γ ιβ ἱερατικῶν καθηκόντων πυροῦ ἀρτάβαι ι δ, προσμετρουμένων πυροῦ ἀρτάβη α 𐅷κδ, γίνονται πυροῦ ἀρτάβαι ια 𐅵γ η, καθηκόντων διοικήσεως πυροῦ ἀρτάβαι σλϛ γ η, προσμετρουμένων πυροῦ ἀρτάβαι λθ 𐅵,γίνονται πυροῦ ἀρτάβαι σοε 𐅵γ η, γίνονται διὰ κληρούχων πυροῦ ἀρτάβαι σϙζ 𐅵γ, γίνονται κώμης πυροῦ ἀρτάβαι Δωοζ 𐅷κδ, φακοῦ ἀρτάβαι Αυλβ 𐅵γ ιβ, καὶ ὑπὲρ ἄλλων κωμῶν· Εὐημερείας δημοσίων διὰ τῶν ἀπὸ τῆς κώμης διοικήσεως ἐκφορίου φακοῦ ἀρτάβαι γ δ, προσμετρουμένων φακοῦ ἀρτάβης 𐅸,γίνονται φακοῦ ἀρτάβαι δ καὶ διὰ τῶν ἀπὸ Θεαδελφείας διοικήσεως ἐκφορίου πυροῦ ἀρτάβαι ιγ η, προσμετρουμένων πυροῦ ἀρτάβη α 𐅵γ κδ, γίνονται πυροῦ ἀρτάβαι ιε, καὶ διὰ κληρούχων καθηκόντων διοικήσεως πυροῦ ἀρτάβαι λζ ϛ, προσμετρουμένων πυροῦ ἀρτάβαι ϛ ϛ κδ, γίνονται πυροῦ ἀρτάβαι μγ γ κδ, γίνονται κώμης πυροῦ ἀρτάβαι νη γ κδ, φακοῦ ἀρτάβαι δ, Πολυδευκείας δημοσίων διὰ τῶν ἀπὸ Θεαδελφείας διοικήσεως ἐκφορίου πυροῦ ἀρτάβαι ξζ 𐅵γ, κριθῆς ἀρτάβαι ρξθ γ, φακοῦ ἀρτάβαι λ 𐅵κδ, προσμετρουμένων πυροῦ ἀρτάβαι θ 𐅷κριθῆς ἀρτάβαι λθ 𐅵ιβ, φακοῦ ἀρτάβαι ζ γ ιβ, γίνονται πυροῦ ἀρτάβαι οζ 𐅵,κριθῆς ἀρτάβαι ση 𐅵γ ιβ, φακοῦ ἀρτάβαι λζ 𐅵γ η, πενταρταβίας κριθῆς ἀρτάβαι ι γ η, γίνονται κριθῆς ἀρτάβαι σιθ γ κδ, διαφόρου πυροῦ ἀρτάβη α γ κδ, κριθῆς ἀρτάβαι δ, φακοῦ ἀρτάβης 𐅷,