Ancient Greek
4.7.6 to 4.2.5
Documentary Papyri, P.Berl.Leihg. 1 4.7.6-4.2.5
Not analysed yet
καὶ ἐγλόγου ἐλοιπογραφήθησαν διὰ τοῦ προτέρου μηνὸς διοικήσεως πυροῦ ἀρτάβαι Αωπδ 𐅵,κριθῆς ἀρτάβαι χιζ η, φακοῦ ἀρτάβαι Αξγ 𐅵γ ιβ σὺν δὲ ταῖς ἐπάνω πυροῦ ἀρτάβαι Ζυγ, κριθῆς ἀρτάβαι ωνζ ιβ, φακοῦ ἀρτάβαι Βχϙη 𐅵κδ, οὐσιῶν πρότερον θεοῦ Οὐεσπασιανοῦ κριθῆς ἀρτάβαι φοϛ 𐅵η συναγοραστικοῦ λόγου πυροῦ ἀρτάβαι θ 𐅵γ κδ, γίνονται πυροῦ ἀρτάβαι Ζυιβ 𐅵γ κδ, κριθῆς ἀρτάβαι Αυλγ 𐅷κδ, φακοῦ ἀρτάβαι Βχϙη 𐅵κδ, ἐξ ὧν κατήχθησαν εἰς ὅρμον Ἄλσους μητροπόλεως ἕως Ἐπεὶφ δ διοικήσεως πυροῦ ἀρτάβαι υξδ δ, λοιπαὶ ἐπὶ τόπων διοικήσεως πυροῦ ἀρτάβαι Ϛϡμη 𐅵η, κριθῆς ἀρτάβαι ωνζ ιβ, φακοῦ ἀρτάβαι Βχϙη 𐅵κδ, οὐσιῶν πρότερον θεοῦ Οὐεσπασιανοῦ κριθῆς ἀρτάβαι φοϛ 𐅵η, συναγοραστικοῦ λόγου πυροῦ ἀρτάβαι θ 𐅵γ κδ, γίνονται πυροῦ ἀρτάβαι Ϛϡνη 𐅵,κριθῆς ἀρτάβαι Αυλγ 𐅷κδ, φακοῦ ἀρτάβαι Βχϙη 𐅵κδ, αἳ καὶ λοιπαί εἰσι. Ὅρμου Ἄλσους μητροπόλεως ἐλοιπογραφήθησαν διὰ τοῦ προτέρου μηνὸς διοικήσεως πυροῦ ἀρτάβαι σα 𐅵γ κδ, καὶ προσκατήχθησαν τῷδε τῷ μηνὶ ἕως Ἐπεὶφ δ διοικήσεως πυροῦ ἀρτάβαι υξδ δ, σὺν δὲ ταῖς ἐπάνω διοικήσεως πυροῦ ἀρτάβαι χξϛ η, Ἐπεὶφ α Πτολλᾶς Μυσθαρίωνος πυροῦ ἀρτάβαι λθ δ Μύσθης Μύσθου πυροῦ ἀρτάβαι ιη Φιλάδελφος Σωκράτους πυροῦ ἀρτάβαι μζ γ Πτολεμαῖος Διοσκόρου πυροῦ ἀρτάβαι με 𐅵κδ ὁ αὐτὸς λημμάτων δ ἔτους πυροῦ ἀρτάβαι ε γ Ἀμμώνιος Ἀμμωνίου πυροῦ ἀρτάβαι κγ 𐅵γ η ὁ αὐτὸς λημμάτων δ ἔτους πυροῦ ἀρτάβαι ζ 𐅷Ἡρακλῆς Ἡρακ σευλ πυροῦ ἀρτάβαι ια δ κδ ὁ αὐτὸς λημμάτων δ ἔτους πυροῦ ἀρτάβαι ϛ 𐅵γ η Ἥρων Ἥρωνος τοῦ Ἀκείους πυροῦ ἀρτάβαι π ιβ ὁ αὐτὸς λημμάτων δ ἔτους πυροῦ ἀρτάβη α η Σαραπίων Ἀλεξίωνος πυροῦ ἀρτάβαι νθ 𐅵κδ Ἀρητίων Νάσωνος φακοῦ ἀρτάβαι δ ιβ Πάπος Ἀραβιανοῦ φακοῦ ἀρτάβαι β η Σαραπίων Λουκίου φακοῦ ἀρτάβαι ϛ 𐅷η Ἥρων Ἥρωνος ἐλαιουργὸς πυροῦ ἀρτάβης ϛ 𐅷κδ Δεῖος Ἀπολλωνίου φακοῦ ἀρτάβαι η ϛ ὁ αὐτὸς λημμάτων δ ἔτους φακοῦ ἀρτάβαι β ϛ Ἥρων Ἀπύγχεως κριθῆς ἀρτάβαι ζ 𐅵γ η ὁ αὐτὸς Πολυδευκείας δημοσίων κριθῆς ἀρτάβαι κα, διαφόρου κριθῆς ἀρτάβης γ κδ, γίνονται τῆς ἡμέρας πυροῦ ἀρτάβαι τνβ 𐅷η, κριθῆς ἀρτάβαι κθ γ, φακοῦ ἀρτάβαι κγ γ, ὧν διαφόρου κριθῆς ἀρτάβης γ κδ, ὧν Θεαδελφείας ε ἔτους πυροῦ ἀρτάβαι τλα 𐅷κδ, κριθῆς ἀρτάβαι ζ 𐅵γ η, φακοῦ ἀρτάβαι κα ϛ, Πολυδευκείας κριθῆς ἀρτάβαι κα, διαφόρου κριθῆς ἀρτάβης γ κδ,