Ancient Greek
P.Berl.Leihg. 2 40
Documentary Papyri, P.Berl.Leihg. 2 40
Not analysed yet
Εὐδώρῳ στρατηγῷ Ἀρσινοΐτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Μάρωνος τοῦ Πνεφερῶτος δημοσίου γεωργοῦ κώμης Θεαδελφείας. πρὸ πολλῶν ἡμερῶν, κύριε, ἐπῆλθέν τις λῃστρικῷ τρόπῳ τῇ ἁλωνείᾳ μου βουλόμενος πῦρ προσβαλεῖν καὶ μὴ ἰσχύσας ἐμπρῆσαι διὰ τοῦς ἐκεῖ κοιμωμένους καὶ φυλάσσοντας ἔφυγεν κατὰ τ…