Ancient Greek
P.Berl.Leihg. 2 44
Documentary Papyri, P.Berl.Leihg. 2 44
Not analysed yet
οἱ ὑπογεγραμμένοι ἄνδρες δημόσιοι καὶ οὐσιακοὶ καὶ προσοδικοὶ γεωργοὶ κώμης Θεαδελφείας καὶ μέρους πεδίων ἑτέρων κωμῶν ἐν τοῖς εὐτυχεστάτοις τοῦ μεγίστου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς καιροῖς καὶ εἰς ἐπανόρθωσιν τῶν ἡμῖν τε καὶ τοῖς συνγεωργοῖς ἡμῶν ἐξακολουθούντων ἐκφορίων σιτικῶν τε καὶ γενῶν καὶ ἀργυρικῶν φόρων οὐκ ὀλίγων ὄντων ἀξιοῦμεν καὶ ἐμμένομεν τῇ ἔτι ἄνωθεν καὶ μέχρι νῦν συνηθείᾳ γεινομένῃ ὑπὸ τοῦ πατρῴου θεοῦ ἡμῶν Σούχου Πνεφερῶτος ἐν ταῖς κωμαστικαῖς αὐτοῦ ἡμέραις τοῦ ἐνεστῶτος κα ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου προχειριζόμενοι τούς τε προστήσανταςἐν τῇ κώμῃ ἄνδρας πρὸς τὰς παραγινομένας παρουσίας καὶ βοηθοὺς ἡμῶν τε καὶ τῶν συνγεωργῶν ἡμῶν, πάντα δὲ εἰς τὸ μηδὲ ἓν ἔλασσον τῷ δημοσίῳ ἐξακολυθεῖν ἀλλὰ αὔξειν τὰς κυριακὰς ψήφους. Ἡρακλείδης ὡς ἐτῶν μ οὐλὴ ἀστραγάλῳ δεξιῷ Ὡρίων ὡς ἐτῶν λε οὐλὴ προσώπῳ μέσῳ Ἀρητίων ὡς ἐτῶν λε οὐλὴ δακτύλῳ χειρὸς ἀριστερᾶς Ἥρων ὡς ἐτῶν ν οὐλὴ μετώπῳ Πανοῦφις ὡς ἐτῶν ν οὐλὴ δακτύλῳ χειρὸς ἀριστερᾶς Παπεῖς ὡς ἐτῶν λη οὐλὴ δακτύλῳ χειρὸς δεξιᾶς Ἥρων ἄλλος ὡς ἐτῶν λε οὐλὴ δακτύλῳ χειρὸς ἀριστερᾶς Ἁρσυθεῦς ὡς ἐτῶν λβ οὐλὴ δακτύλῳ χειρὸς ἀριστερᾶς Ἀπίων ὡς ἐτῶν λθ οὐλὴ δακτύλῳ χειρὸς ἀριστερᾶς Ἰσίδωρος Νικάνδρου ἐνμένωι πᾶσι τοῖς προκειμένοις, καθὼς πρόκειται.