Ancient Greek
P.Berl.Möller 7
Documentary Papyri, P.Berl.Möller 7
Not analysed yet
…τοῦ δὲ …φιος πρόβατα ἐννέα, τοῦ δὲ Θοώνιος πρόβατα δέκα τέσσαρα, τοῦ δὲ Πετοσίριος πρόβατα εἴκοσι τέσσαρα, τοῦ δὲ Κεφάλωνος πρόβατα δύο, τοῦ δὲ Ἀβράμου πρόβατα δέκα ἑπτά, αἶγα μίαν, τοῦ δὲ Σαμβαταίου πρόβατα εἴκοσι δύο, αἶγας εἴκοσι, τοῦ δὲ Δωσιθέου πρόβατα πέντε, τοῦ δὲ Πτολεμαίου πρόβατα δέκα δύο, τοῦ δὲ Πτόλλιδος πρόβατα τρία, αἶγας δύο, γίνονται ρμϛ γίνονται κϛ καὶ τοὺς ἐπακολουθοῦντας ἄρνας καὶ ἐρίφους ἐπιμεμιγμένας …,ἃ νεμήσεται περὶ Φθῶχιν τῆς πρὸς ἀπηλιώτην τοπαρχίας τοῦ Ὀξυρυγχείτου καὶ διʼ ὅλου τοῦ νομοῦ ὑπὸ νομέως τοῦ προγεγραμμένου Πτόλλιδος τοῦ Περιγένους λαογραφουμένου εἰς Κ…ω τοῦ Κυνοπολείτου. ὧν καὶ ταξόμεθα τὸ καθῆκον τέλος εὐτύχει. Καλλικλῆ… ἀναγέγραφα πρόβατα ἑκα- τὸν τεσσαράκοντα ἕξ, αἶγας εἴκοσι ἕξ, γίνονται πρόβατα ρμϛ, αἶγες κϛ. ἔτους λη Καίσαρος Θεοῦ.