Ancient Greek
P.Berl.Möller 9
Documentary Papyri, P.Berl.Möller 9
Not analysed yet
Σουχίων Ἀπολλωνίωι τῶι ἀδελφῶι φιλτάτωι πλεῖστα χαίρειν. εὖ ποιήσεις εὐθέως κομισάμενος τὴν ἐπιστολὴν παραγενάμενος εἰς τὸ λογιστήριον, ὅπως καταχωρίσῃς τὰ ἐνλείποντα βιβλία. ἐπεὶ ἐ…εθου ἀπεσπάσθης λείαν ἡ δεῖξις ἐγένετο. ἔστιν δέ, ἃ δεῖ σε καταχωρίσαι ἐν τάχει μερισμοὺς σπερμάτων καὶ ἀπολογισμοὺς παντὸς ἐδάφους καὶ ἕτερα. ἔπιδε τὸ ὑ…ια πρὸς ἃ κατεχώρισας βιβλία. γίνωσκε δέ, ὅτι ἐὰν μὴ ἐξαυτῆς παραγένηι, ὁ μ…ε γραμματεὺς ὀνομασο… λόγωι δώσι…ς. πολλὴν πρόνοιάν σου ποιοῦμαι, ἵνα …ζῆν ἐς… …μαιν… ἔρρωσο. ἔτους ε Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Ἐπεὶφ ιε.