Ancient Greek
P.Berl.Monte 6
Documentary Papyri, P.Berl.Monte 6
Not analysed yet
βασιλευόντων Πτολεμαίου τοῦ καὶ Ἀλεξάνδρου θεοῦ Φιλομήτορος καὶ βασιλίσσης Βερενίκης τῆς ἀδελφῆς θεᾶς Φιλαδέλφου ἔτους ἑκκαιδεκάτου ἐφ’ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ τῶν γραφομένων ἐν Ἀλεξανδρείαι μηνός Αὐδναίου Ἁθὺρ ἕκτηι ἐν κώμηι Τανασὼ τοῦ Ἡρακλεοπολίτου νομοῦ. ὁμολογοῦσιν Φιλώτας Ἡρακλείδου Πέρσης τῆς ἐπιγονῆς καὶ ἡ τούτου γυνὴ Ἀγαθόκλεια ἡ καὶ Τνεφορῶς Νεχθατύμιος Περσίνη μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Διονυσίωι Ἡρακλείδου Ἀργείῳ διαδόχῳ τοῦ πατρικοῦ κλήρου παραμένειν ἐν τῶι ὑπάρχοντι αὐτῶι ἀμπελῶνι ἀμπελουργοῦντες καὶ ἐπαρδεύοντες ἀπὸ Μεχείρ νουμηνίας ἕως Θῶθ τριακάδος τοῦ ἑπτακαιδεκάτου ἔτους οὔτ’ ἀφήμεροι γενόμενοι ἀπὸ τοῦ δηλουμένου ἀμπελῶνος καὶ ὁμολογοῦσιν προέχειν εἰς τὸ συσταθησόμενον …τωι ἐφαλώνιον πυρῶν ἀρτάβας ἕξ. τὰ μὲν ἀμπελουργικὰ ἔργα …συντελοῦσιν ὥς δέον τ’ ἐστίν. ἧς δ’ ἐὰν ἡμέρας ἀτακτήσωσι ἀποτισάτωσαν ἑκάστης χαλκοῦ δραχμὰς πεντακοσίας λαμβάνοντες …τε… κει ἐφαλώνιον ὅσον ἐὰν καὶ Ἡράκλειος διδῶι τῶι …ἀμπελουργῶι· ἐὰν δὲ τοῖς ὅλοις καὶ ἀμπε… ἀποτισάτωσαν χαλκοῦ τάλαντα πέντε καὶ τὸ βλάβος καὶ εἰς τὸ βασιλικὸν ἱερὰς ἀργυρίου δραχμὰς εἴκοσι. ἔγγυοι ἀλλήλων εἰς ἔκτισιν, καὶ ἡ πρᾶξις ἔστω Διονυσίωι καὶ τοῖς παρ’ αὐτοῦ ἔκ τε αὐτῶν καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς. ἡ συγγραφὴ κυρία ἔστω. μάρτυρες· Νύσιος Σωτᾶς Ἀρχωνᾶς …νεμ… Διονύσιος, οἱ πέντε ἀναγκαῖοι, καὶ Πνεφερῶς …συγγραφοφύλαξ Μιθροδάτης Ἡρακλείδης κεχρημάτικα ἔτους ιϛ Ἁθὺρ ϛ Φιλώτας Ἡρακλείδου Πέρσης τῆς ἐπιγονῆς καὶ ἡ τούτου γυνὴ Ἀγαθόκλεια ἡ καὶ Τνεφορῶς Νεχθατύμιως Περσίνη μετὰ κυρίου τοῦ αὑτῆς ἀνδρὸς ὁμολογοῦμεν παραμένειν ἀμπελουργοῦντες καὶ ἐπαρδεύοντες ἀπὸ νουμηνίας τοῦ Μεχεὶρ ἕως Θωῦθ τριακάδος τοῦ ἑπτακαιδεκάτου ἔτους καὶ προέχομεν εἰς τὸ ἐφαλώνιον πυροῦ ἀρτάβας ἓξ καὶ ποιήσομεν καθότι προγέγραπται καὶ δεδώκαμεν κυρίαν Μιθροδάτηι. …Πτολεμαῖος …τειου μ… ἔγραψα περὶ αὐτῶν ἀξιωθεὶς διὰ τὸ φάσκειν αὐτοὺς μὴ ἐπίστασθαι γράμματα. Μιθροδάτης Τεμαρχίδου ἔλαβον κυρίαν. ὁμολογία Φιλώτα συγγραφή …