Ancient Greek
P.Berl.Salmen. 16
Documentary Papyri, P.Berl.Salmen. 16
Not analysed yet
μεταγραφὲν ἔτους λβ Τυβὶ κ. Σεμθεῖ ἀντιγραφεῖ θησαυροῦ περὶ Πόλιν. ἐὰν οἱ παρὰ Λεωνίδου τοῦ τεταγμένου πρὸς τῆι σιτολογίαι μετρῶσι κατὰ τὸν ἐπεσταλμένον αὐτῶι παρὰ Σαραπίωνος τοῦ ἐπὶ τῶν προσόδων χρηματισμὸν Πτολεμαίωι τῶν ἐκ τῆς διοικητικῆς ὑπηρεσίας ἐληλυθότι ἐπὶ τοὺς πρὸς εἰσαγωγὴν λόγους τοῦ λα ἔτους πυροῦ ἀρτάβας δέκα, γίνονται πυροῦ ἀρτάβαι ι, συμπροοῦ ὡς εἴθιστ́αι καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει.