Ancient Greek
P.Berl.Salmen. 19
Documentary Papyri, P.Berl.Salmen. 19
Not analysed yet
Ἀνδρόμαχος Ἁρχήβει χαίρειν. τῶν πρὸς Λεωνίδην τὸν πρὸς τῆι σιτολογίαι καὶ Ἡρακλείδην ἰδίου λόγου χρηματισμῶν ἀντίγραφα ὑπόκειται. ἔρρωσο ἔτους δ Ἁθὺρ ιγ. Λεωνίδηι. προοῦ συνεπιστέλλοντος Ἁρχήβιος τοῦ βασιλικοῦ γραμματέως Ἑρμίαι τῶι ἐμπόρωι φακοῦ ἀρτάβας Βε ὡς τῆς τιμῆς τοῦ φακοῦ ἀργυρίου δραχμὰς β ὀβολούς 3 ἀκολούθως τοῖς ὑπʼ Ἀχιλλέως τοῦ συγγενοῦς καὶ διοικητοῦ κεκριμένοις καὶ ἀρταβῶν τῆς τιμῆς ἀργυρίου …ν …κομισάμενος μεταβαλοῦ Ἡρακλείδηι τῶι βασιλικῶι τραπεζίτηι ὥστʼ εἰς Ἀλεξάνδρειαν τῶι διοικητῆι διὰ τῶν παρὰ Πτολεμαίου τοῦ αὐτοῦ ,καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει. …πολλ…