Ancient Greek
P.Berl.Sarisch. 18
Documentary Papyri, P.Berl.Sarisch. 18
Not analysed yet
ἁμαρτίας τοιαύτας οὐδὲ παράσχῃ ἡ ὑμετέρα θεοφύλακτος ἀδελφότης ἐὰν τὰ τέκνα πανδουρίσωσιν, ἵνα μὴ εἴπω ἄλλο τί ποτε. οὔτε γάρ ἐστιν ἀντάλλαγμα ψυχικὸν καὶ οὔτε τ…η…ρ… τε…ενκ…ρα…τωε…γρ… καὶ ει…τ…ει… τῶν γραμμάτων π…φεως εὑρόντι δώδεκα κεράτια …κως τῷ τ…ζ…ρο… τῷ γεωργῷ ὑπὲρ Κολλούθου Θεολογίου εἰς μετάθεσιν. καὶ περισσῶς ἀπῃτήθη …τὰ ἐκφόρια καὶ ταχέως …δοῦναι …ει αὐτῷ τὰ δώδεκα κεράτια καὶ ἐπὶ τοῦ παρόντος πάλιν ἤδη ἀπῃτήθη τὰ ἐκφόρια, ἵνα οὖν μάθητε ὅτι τὰ δώδεκα κεράτια χρεία ἀποδοθῆναι αὐτῷ ἐφεξῆς, ἵνα συντελέσωσιν οἱ κληρονόμοι τοῦ μακαρίτου Κολλούθου τὰ δώδεκα κεράτια καὶ οὐ δυνάμεθα ἄλλο ὄνομα δ…ρα τὸν ὑπὲρ παντός. καὶ γὰρ ηὗρον ἐν Βαβυλῶνι τὸ ε… διφθέρας …μ… τῶν μεταθέσεων περιεῖχεν τὸν διασταλμὸν ὥστε τὸν δεσπότην μου τὸν ἀμιρᾶ παραγγεῖλαι ἡμῖν φυλάξαι πρὸς τὴν δύναμιν τοῦ διφθερίου. λοιπόν, ὡς εἴρηται, ἀπόδοτε αὐτῷ τὰ δώδεκα κεράτια καὶ ἐφεξῆς οὐ παρήγγειλα τῷ διοικητῇ ζητῆσαι τὰ δώδεκα κεράτια ἐκ τῶν κληρονόμων τοῦ μακαρίτου Κολλούθου τῷ θεοφυλάκτῳ μου δεσπότῃ καὶ ἀδελφῷ Μάρκῳ χαρτουλαρίῳ καὶ ἀντιγεούχῳ Μερκούριος Φυλακιτική …