Ancient Greek
P.Berl.Zill. 9
Documentary Papyri, P.Berl.Zill. 9
Not analysed yet
Ἡρακλείδης Σαταβοῦτι τῷ φιλτάτῳ χαίρειν. ἐτάξω μοι πρὸ τῆς α τοῦ Φαῶφι ἐλθεῖν ἐπὶ τὰς κρόκας καὶ τὸν στήμονα τῶν ἱματίων, καὶ οὐκ ἦλθες. καλῶς οὖν ποιήσεις ἐξαυτῆς ἐλεύσῃ πρὸς ἐμὲ. δεῖ γὰρ αὐτὰ ἕως τῆς δεκάτης ἐκτμηθῆναι, μή ποτε χρεία γένηται καταπλεῦσαί με εἰς πόλιν. ἐὰν δὲ μὴ μέλλῃς ἔρχεσθαι, πάλιν μοι ἐξαυτῆς φάσιν πέμψον, ἵνα ὧδε αὐτὰ ἀναβάλω. βλέπε οὖν, μὴ ἄλλως ποιήσῃς. ἔρρωσο. ἔτους β Σερουίου Γάλβα Αὐτοκράτορος Καίσαρος Σεβαστοῦ, Φαῶφι θ. Σαταβοῦτι Ἰβιάνις γερδίῳ.