Ancient Greek
P.Bingen 110
Documentary Papyri, P.Bingen 110
Not analysed yet
Αὐρήλιος Μάγνος διακείμενος τανῦν ἐπὶ κυριακῆς λατομίας τοῖς ἀπὸ κώμης Φιλωτερίδος τοῦ Ἀρσινοίτου νομοῦ Θεμίστου μερίδος χαίρειν· ἀπέχω παρʼ ὑμῶν τὸ ἐπιμερισθὲν ὑμῖν μέτρον σεβεννίων χωρούντων εἰς πλοκὴν σχοινίων εἰς σύρσιν τῶν λατομουμένων λίθων εἰς κυριακὰς χρείας, ἀκολούθως τῷ γεναμένῳ …ὑπὲρ τοῦ διεληλυθότος ἔτους. ἔτους δ Μάρκων Ἰουλίων Φιλίππων Καισάρων τῶν κυρίων …. Αὐρήλιος Ἀγαθὸς Δαίμων σεσημείωμαι.