Ancient Greek
P.Bingen 59
Documentary Papyri, P.Bingen 59
Not analysed yet
…ρ… θ ἔτους ἔτους εἰκοστοῦ Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Σεβαστοῦ κε ἐν Τεβτῦνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐμίσθωσεν Πολέμων Ψενοβάστιος ὡς ἐτῶν με οὐλὴ ὀφρυεῖ δεξιᾷ Πολήμι Πετεσούχου ὡς ἐτῶν κ ε οὐλὴ μετόπωι ἐκ δεξιῶν ἀφʼ ὥν καί αὐτὸς ὁ Πολέμων γεοργεῖ περὶ Ταλεὶ δημοσίων ἐδαφῶν γῆς ἀρούρας δεκαδύο ἢ ὅσων ἐὰν ὦσιν ἐν δυσὶ σφραγῖσι ἐν τῷ Βαραλιψι καὶ Παρεμβολῆς λεγομένας εἰς τὰ ἐνενήκοντα καὶ τρία ἔτη καὶ εἰς τὰ πάτρια ἀπὸ τοῦ ἐνεστῶτος εἰκοστοῦ ἔτους. ἀνθʼ ὧν μετρήσι ὁ Πολῆμις καθʼ ἔτος εἰς τὸ δημόσιον πυροῦ ἀρτάβας εἴκοσι καὶ τὰ ἐπακολουθοῦντα καθʼ ἔτος δαπανήματα καὶ κατὰ τὸ δίμοιρον μέρος τῶν …ων κ…αρασ…λημ μηνὸς ἑνὸς …να… ς ὁ Πολήμις λήμψαιται τὰ καθʼ ἔτος διδόμενα ἐκ δημοσίου σπέρματα ἁ καὶ καθʼ ἔτος εἰς τὴν γῆν καὶ μὴ ἐξέστω οὖν τοῖς μεμισθωμένοις …μηδὲ λειτουργεῖν. ὑπογραφεὺς τοῦ μὲν Πολέμωνος Ἡρώδης Ἡρώδου ὡς ἐτῶν μ οὐλὴ τραχήλωι ἐξ ἀριστερῶν καὶ τοῦ ἀλλοῦ. Πολέμων Ψενοβάστιος ὁμολογῶ μεμισθωκέναι Πολήμι Πετεσούχου ἀφʼ ὧν καὶ αὐτὸς γεοργῶ περὶ Ταλεὶ δημοσίων ἐδαφῶν γῆς ἀρούρας δεκαδύο ἢ ὅσων ἐὰν ὦσιν ἐν δυσὶ σφραγῖσι ἐν τῷ Βαραλιψι καὶ Παρεμβολῆς λεγομένας εἰς τὰ ἐνενήκοντα τρία ἔτη ἀπὸ τοῦ ἐνεστῶτος εἰκοστοῦ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ εἰς σπορὰν οἷς ἐὰν αἱρῆ ται ὁ μεμισθωμένος καθʼ ἔτος γένεσι α… …ων πυροῦ ἀρτα… κατ… κλη πάσῃ …τὸ διδόμενον …καθὼς πρόκειται. ἔγραψα Ἡρώδης Ἡρώδου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. ἐν τῷ Βαραλιψιος καὶ ἐν τῇ Παρεμβολῇ