Ancient Greek
P.Bingen 68
Documentary Papyri, P.Bingen 68
Not analysed yet
…Μάρκωι Οὐλπίωι Ἡρκουλανῶι τῷ καὶ Ἡρακλείδηι ἱερεῖ ἐξηγητῇ καὶ τοῖς Καισαρείοις καὶ τοῖς ἄλλοις πρυτάνεσι παρὰ Πέλοπος τοῦ Πέλοπος Προπαπποσεβαστείου τοῦ καὶ Ζηνείου τῶν τὸ ὄγδοον ἔτος θεοῦ Οὐεσπασιανοῦ ἐφηβευκότων. τοῦ γεγένωτος μοι ἐκ Σαραπίαδος τῆς …ειου ἀστῆς ἥ ἐστιν ἐν ἐγδημίαι ἐν τοῖς ὑπὲρ Μέμφιν τόποις υἱοῦ Πέλοπος ὥραν ἔχοντος τῆς εἰς τοὺς ἐφήβους, εἰσαγωγῆς καὶ βουλόμενος εἰσκρῖναι εἰς τοὺς τὸ ἐνεστὸς ἑπτὰ καὶ δέκατον ἔτος Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ ἐφήβους, ἀξιῶ ὑμᾶς συντάξαι τοῖς πρὸς τούτοις …