Ancient Greek
P.Bingen 73
Documentary Papyri, P.Bingen 73
Not analysed yet
ἀντίγραφον ὁμολογίας. ἔτους …Αὐτοκράτορος Καίσαρος Τίτου Αἴλιου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς …. ἐν Τεβτῦνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Μεσοῆρις Πετεσούχου ἀπὸ κώμης Θμουνεχεῖ τοῦ Ἡρακλεοπολείτου νομοῦ ὡς ἐτῶν τριάκοντα ἕξ οὐλὴ μέσῳ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς Ὀρσενοῦφι Ἀπυγχέως ὡς ἐτῶν πεντήκοντα οὐλὴ ἀντικνημίῳ δεξιῷ . ἔχειν παρὰ αὐτοῦ Ὀρσενούφιος διὰ χειρὸς χρῆσιν ἀργυρίου κεφαλαίου δραχμὰς πεντακοσίας ὧν τὴν ἀπόδοσιν ποιήσεται ὁ Μεσοῆρις τῷ Ὀρσενοῦφι τὰς τῆς χρήσεως ἀργυρίου κεφαλαίου δραχμὰς πεντακοσίας μηνὶ …του ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀτοκὶ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας γινομένης τῷ Ὀρσενοῦφι τῆς πράξεως ἔκ τε τοῦ Μεσοήρεως καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. …ου εχει… φ…βιου μ…