Ancient Greek
P.Bingen 84
Documentary Papyri, P.Bingen 84
Not analysed yet
Πετορζμῆθις καὶ Παχομψᾶχις πράκτορες Ἐλεφαντίνης. διέγραψεν Ζμενπῶς Ἁρπαήσεως μητρὸς Σεντιθοήους ὑπὲρ μερισμοῦ ἀνδριάντων β Ἀντινόου τοῦ ιζ ἔτους Ἁδριανοῦ τοῦ κυρίου ῥυπαρὰς δραχμὰς β τριώβολον ἡμιωβέλιον καὶ ὑπὲρ μερισμῶν ποταμῶν φυλακίδος καὶ στατίωνος τοῦ αὐτοῦ ιζ ἔτους ῥυπαρὰν δραχμὴν α τετρώβολον ἡμιωβέλιον δίχαλκον. ἔτους ιζ Ἁδριανοῦ τοῦ κυρίου Ἁθὺρ ιζ Πετορζμῆθις πράκτωρ σεσημείωμαι.