Ancient Greek
P.Bingen 89
Documentary Papyri, P.Bingen 89
Not analysed yet
Ἄννιος Ἀμμωνιανὸς καὶ Σαραπάμμων Παχνούβιος πράκτορες ἀργυρικῶν Ἐλεφαντίνης. διέγραψεν Πετορζμῆθις Πετορζμήθιος μητρὸς Θινπατρανσνοῦφις μερισμοῦ γ ἔτους ῥυπαρὰς δραχμὰς ἕξ ἡμιωβέλιον . ἔτους γ Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Παῦνι λ. Ἄννιος Ἀμμωνιανὸς σεσημείωμαι δραχμὰς ϛ ἡμιωβέλιον