Ancient Greek
P.Bodl. 1 16
Documentary Papyri, P.Bodl. 1 16
Not analysed yet
Αὐρηλίῳ Αὔξονι λογιστῇ Ἀρσινοίτου παρὰ Αὐρηλίων Νείλου Ἀχιλλᾶ ταρσικαρίου καὶ …ιου Παλμάτου λευκαντοῦ καὶ …μη Σιλβανοῦ στιπποχειριστοῦ, τῶν τριῶν ἀπὸ τῆς αὐτῆς πόλεως. ἠριθμήθημεν παρὰ τῶν τοῦ νομοῦ δημοσίων χρημάτων τραπεζιτῶν ἐξ ἐπιστάλματός σου τῆς τιμῆς ὧν παρεσχήκαμεν στιχαρίων λιτῶν λινῶν πεντεκαιδεκάτης ἰνδικτίονος ὑπὲρ στιχαρίων τὸν ἀριθμὸν Αφ ἐκ ταλάντου α, γίνεται τάλαντα Αφ πλήρης καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου τὸ γ Αὐγούστου καὶ Κώνσταντος τὸ β Αὐγούστου Φαμενὼθ θ.