Ancient Greek
P.Bodl. 1 44
Documentary Papyri, P.Bodl. 1 44
Not analysed yet
……ὁμολογῶ πεπρακέναι σοι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσάν μοι δούλην …οὖσαν εἰς τὸ ἐνεστὸς ἔτος ἐτῶν γ μελίχρουν τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης ἀργυρίου νομίσματος τάλαντα …κοντα, ἅπερ αὐτόθι ἀπέσχον διὰ χειρὸς πλήρη, ἐφ ᾧ …δε ἐπικρατεῖν καὶ κυριεύειν τοῦ πεπραμένου καὶ ἐξουσίαν ἔχειν διοικεῖν καὶ οἰκονομεῖν περὶ αὐτῆς, ὡς ἐὰν αἱρῇ, τῆς βεβαιώσεως ἐξακολουθούσης μοι διὰ παντός. ἡ ἀσφάλεια χειρόγραφος ἥδε ἐφʼ ὑπογραφῆς τοῦ ἑξῆς ὑπὲρ ἐμοῦ ὑπογράφοντος κυρία ἔστω ὡς ἐν δημοσίῳ κατακειμένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Στατίου Ἀνδρονίκου καὶ Πομπηίου Πρόβου τῶν λαμπροτάτων ἐπάρχων τοῦ ἱεροῦ πραιτωρίου Χοιὰκ …Αὐρήλιος Λιβεράλιος ὁ προκείμενος ε… νης καὶ ἀπέσχον τὰ προκείμενα ἀργυρίου νομίσματος τάλαντα …κοντα καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος …ος ἄρξας, Αὐρήλιος …