Ancient Greek
P.Bon. 25
Documentary Papyri, P.Bon. 25
Not analysed yet
Πανεδβεῦις ὡς ἐτῶν κε …Ἀπόλλων ὡς ἐτῶν λε …Ἱππόδρομος Σεύθου σεσημείωμαι ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ κε Πανεδβεῦις Πεκύσιος μητρὸς Τα… καὶ Ἀπόλλων Ἡρακλείου μητρὸς …ἀπὸ κώμης Φῦς ἀλλήλων ἔγγυοι εἰς ἔκτεισιν, ὁμολογοῦμεν ἔχειν τὸ δάνειον παρὰ Νεμεσιανοῦ υἱοῦ Νεμεσιανοῦ γεγυμνασιαρχηκότος καὶ προαρχιερατεύσαντος Ἡρακλέους πόλεως, ἀργυρίου σεβαστοῦ νομίσματος κεφαλαίου δραχμὰς ἑκατόν, γίνονται δραχμαὶ ρ, τόκου δραχμιαίου τῆς μνᾶς κατὰ μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσομέν σοι τῶι μηνὶ Ἁθὺρ τοῦ εἰσιόντος κε ἔτους Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀνυπερθέτως, τῆς πράξεως οὔσης σοι καὶ τοῖς παρά σου ἔκ τε ἡμῶν τῶν δύο ἐξ ἑνὸς ὁποτέρου ἡμῶν οὗ ἐὰν αἱρῇ τὴν πρᾶξιν ποιήσασθαι, καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν παντοίων πάντων πράσσοντι καθάπερ ἐκ δίκης. τὸ δάνειον ἑξαμάρτυρον κύριον. Ἱππόδρομος α …ο… ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Πανεδβεύεως καὶ Ἀπόλλονος …