Ancient Greek
P.Bon. 44
Documentary Papyri, P.Bon. 44
Not analysed yet
Ἀγαθὸς Δαίμων Κρονίωνι τῷ φιλτάτῳ χαίρειν. πρὸ μὲν πάντων τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σαράπι. γινώσκειν σε θέλω ὅτι οὐχ ὡς ἐγώ σοι ἐχρησάμην, καὶ σὺ ἐμοί. καὶ οὐ μόνον ἀλλὰ καὶ ἄντικρυς τοῦ θείου Εὐσταθίου οὐκ ἔγραψάς μοι καθὼς σὺ εἶπας, ἀλλʼ ἐγώ σοι ἤδη δευτέραν ἐπιστολήν σοι πέμπω, ὥστε οὖν μὴ ἀμελήσῃς τοῦ μοι γράψαι ἐπιστολὴν περὶ τῶν γεινομένων. ἀσπάζου τὴν μητέρα σου καὶ τούς σου πάντας. ἐρρῶσθαί σε εὔχομαι πανοικεὶ βούλομαι.