Ancient Greek
P.Bour. 10
Documentary Papyri, P.Bour. 10
Not analysed yet
Πλάτων Νεχθύρει χαίρειν. ἐξωρμήκαμεν ἐκ Λάτων πόλεως ἀντιληψόμενοι τῶν ἐνεστηκότων κατὰ τὸ συμφέρον τοῖς πράγμασι καὶ γεγραφότες τοῖς κατοικοῦσι συγγίνεσθαί σοι. καλῶς ποιήσεις συντηρῶν τὸν τόπον καὶ προιστάμενος· τοὺς δʼ ἐπιχειροῦντας μὴ ὑπακούειν σου …υτέραι στάσει ἐχομένους ἀσφαλισάμενος μέχρι τοῦ καὶ ἡμᾶς ὅτι τάχος ἐπιβαλεῖν πρὸς σέ. ἔρρωσο ἔτους κϛ Φαμενὼθ ιϛ ἐπιστάτῃ Νεχθύρει.