Ancient Greek
P.Bour. 12
Documentary Papyri, P.Bour. 12
Not analysed yet
Πλάτων τοῖς ἐν Παθύρει ἱερεῦσι καὶ τοῖς ἄλλοις τοῖς κατοικοῦσι χαίρειν. γέγραφεν ἡμῖν Φιλόξενος ὁ ἀδελφὸς διʼ ὧν κεκόμικεν ἡμῖν Ὄρσης γραμμάτων περὶ τοῦ τὸν μέγιστον Θεὸν Σωτῆρα βασιλέα ἐπιβεβληκέναι εἰς Μέμφιν, Ἱέρακα δὲ προκεχειρίσθαι μετὰ δυνάμεων μυρίων ἐπὶ καταστολὴν τῆς Θηβαίδος. ὅπως οὖν εἰδότες εὐθαρσεῖς ὑπάρχητε ἐκρίναμεν σημῆναι. ἔρρωσθε ἔτους λ Φαῶφι ιθ τοῖς ἐν Παθύρει ἰερεῦσι καὶ τοῖς ἄλλοις.