Ancient Greek
P.Bour. 17
Documentary Papyri, P.Bour. 17
Not analysed yet
Στοτοῆτις Πακύσεως ἱερεὺς ἀπὸ κώμης Σοκνοπαίου Νήσου. παρὰ Αὐρηλίου Τρύφωνος Σαραπίωνος ἀπὸ κώμης Ἡρακλείας. βούλομαι μισθῶσθαι παρὰ σοῦ τὸ ὕπαρχόν σοι περὶ κώμην Ἡράκλειαν τῆς Θεσμίστου κλήρου κατοικικοῦ ἀρούρας πέντε ,ἐν μιᾷ σφραγῖδι, εἰς ἔτη δύο ἀπὸ τοῦ εἰσιόντος ἔτους, ἐκφορίου τοῦ παντὸς κατʼ ἔτος πυροῦ ἀρτάβας δέκα ὀκτώ . τὸ μὲν ἐκφόριον ἀποδώσω ἐν μηνὶ Παῦνι μέτρωι Ἀρητίωνος ἐφʼ ἅλῳ· τῶν δημοσίων πάντων ὄντων πρὸς τὸν Στοτοῆτιν, χωρὶς φορέτρων καὶ μετὰ τὸν χρόνον παραδώσω τὸν κλῆρον ἀρούρας δύο ἀπὸ ἀναπαύματος λαχανοσπέρμου, τὰς λοιπὰς ἀρούρας τρεῖς ἀπὸ καλάμης καὶ ἐπιτελέσω τὰ κατʼ ἔτος ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου. Τρύφων ὡς ἐτῶν κε ἄσημος ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεσορὴ λ.