Ancient Greek
P.Bour. 23
Documentary Papyri, P.Bour. 23
Not analysed yet
Θερμοῦθις Ἀγριππίνωι τῶι ἀδελφῶι πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν. γίνωσκε ὅτι ἦλθε Φαῆσις ἔχων Σατουρνῖλον. εἰς κάραν δὲ ἐρωτηθείς, ἄδελφε, ἀγόρασόν μοι καί σοι ἄλλας δύο λίτρας χρίματος. ἔτι γὰρ καὶ Ἰουλιανῷ ἔγραψα ἵνα καὶ αὐτὸς ἄλλας δύο ἀγοράσῃ καὶ στροβίλους δέκα ,ἀλλὰ εὐθέως ἐὰν πέμπηται. γινώσκεις δὲ τὰ ἔχοντά μοι. Τάσμη οὐκ ἤμελλέ σοι γράφειν. ἄσπασαι τοὺς σοὺς πάντας. ἐρρῶσθαί σε εὔχομαι. Ἰουλίω Ἀγριππίνωι ἀπὸ Θερμούθεως ἀδελφῆς