Ancient Greek
P.Brem. 16
Documentary Papyri, P.Brem. 16
Not analysed yet
Ἱερακίων Ἀπολλωνίωι τῶι κυρίωι χαίρειν. ἃς ἔπεμψας ἐπιστολὰς ἀνέδωκεν ὁ ἐπιτηρητὴς τῶι κρατίστωι ἡγεμόνι, μέχρι δὲ τούτου οὔπω οὐδεμία ἀντεφωνήθη, ἐπεὶ τῆι ἀναγωγῆι ἐσχόλαζεν ὁ ἡγεμών. ὅταν οὖν γένηταί τι, εὐθέως σοι μεταδώσω. μετὰ γὰρ τοσαύτας ἡμέρας ὁ ἐπιτηρητὴς τῶι Βησαρίωνι ἀπετάξατο εἰπών· μὴ κατέχου. ἀρκετὸς γάρ ἐστιν Ἱερακίων προσκαρτερῶν καὶ ἐμοὶ κατω…ο… Ἀπολλωνίωι στρατηγῷ Ἀπολλωνοπολίτου Ἑπτακωμίας