Ancient Greek
P.Brem. 2
Documentary Papyri, P.Brem. 2
Not analysed yet
…ὑπομιμνήσκω τοῦτο καὶ τοῖς εἰς τὴν ἐπίσκεψιν αἱρεθησομένοις ἀπʼ ἄλλων νομῶν εὐσχήμοσιν φανερὸν ποιήσω, οἷς ἐπιστελῶ, ἵνα ὅπου ἂν δεήσῃ τὸν σπόρον ἀναμετρήσωσιν. περισσὸν ἡγοῦμαι διεξοδέστερον ὑμῖν γράφειν, ὅπως μὴ βαρηθῶσιν ἢ παραπραχθῶσιν οἱ ἐνχώριοι ἢ συκοφαντηθῶσιν, ὅταν ἐπισκέψεις γένωνται, ἐπεὶ οὔτε ὑμεῖς τὴν ὑπόνοιαν ταύτην χωρεῖτε οὔτε οἱ αἱρεθησόμενοι ὑπʼ ἐμοῦ, ἀλλʼ οὐδʼ οἱ βασιλικοὶ γραμματεῖς. πέπεισμαι δέ, καὶ τοὺς ἄλλους τοὺς εἰς τὴν ἐπίσκεψιν παραλαμβανομένους παραφυλάξετε εἰς τὸ μηδὲν ἄτοπον ὑπʼ αὐτῶν πραχθῆναι. ἐπεὶ …με…γου…τρι… ἐπεξ…