Ancient Greek
P.Brem. 26
Documentary Papyri, P.Brem. 26
Not analysed yet
……ουτ… …οῦχις …καὶ Τιθοῆς Πεμ… καὶ μετόχων πρεσβυτέρων κώμης Ἰβιῶνος. πάντων τῶν εἰς εἱρκτὴν παραδοθέντων ἀπὸ τῆς Ἰβιῶνος ἐπὶ φόνῳ Σεννέβθιος εἰρηνοφύλακος αἱ οἰκίαι μέχρι τούτου παραφυλάσσονται καὶ νῦν οἱ πλείους ἐξ ἡμῶν μετὰ καὶ τοῦ ἑτέρου εἰρηνοφύλακος ἀνῆλθον εἰς τοὺς ἐπάνω νομοὺς πρὸς ἀναζήτησιν …του καὶ Ψάϊτος νεωτέρου υἱῶν Πεταρποχράτου καὶ χρεία ἐστὶν ἑτέρας παραφυλακῆς εἰς τοῦτο. ἀξιοῦμεν κελεῦσαι ἐπισφραγισθῆναι αὐτὰς καὶ παραφυλάσσεσθαι διʼ ἑτέρας βοηθείας. χωρὶς τῆς ἡμῶν ἔτους …Αὐτοκράτορος Καίσαρος Νέρουα Τραϊανοῦ Ἀρίστου Γερμανικοῦ Δακικοῦ Φαμενὼθ ……νου πρεσβύτερος ἔγραψα καὶ ἐπιδέδωκα. …Πεκύσεως ἐπιδέδωκα ὡς πρόκειται.